Communal & Liturgical Prayers

The Lord's Prayer

Our Father, who art in heaven;
hallowed be Thy name,
Thy kingdom come,
Thy will be done,
on earth as it is in heaven.

Give us this day our daily bread;
and forgive us our trespasses,
as we forgive those who trespass against us;
And lead us not into temptation,
but deliver us from evil.

Amen.

Κυριακή Προσευχή

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς
ἁγιασθήτω τό ὄνομά σου,
ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τό θέλημά σου,
ὡς ἐν οὐρανῷ καί ἐπί τῆς γῆς.

Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον
δός ἡμῖν σήμερον
καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν,
ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν
καί μή εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν,
ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πoνηροῦ.

Ἀμήν.


The Confession of Faith

I believe in one God, Father Almighty, Creator of heaven and earth, and of all things visible and invisible.

And in one Lord Jesus Christ, the only-begotten Son of God, begotten of the Father before all ages; Light of Light, true God of true God, begotten, not created, of one essence with the Father through Whom all things were made.

Who for us men and for our salvation came down from heaven and was incarnate of the Holy Spirit and the Virgin Mary and became man.

He was crucified for us under Pontius Pilate, and suffered and was buried; And He rose on the third day, according to the Scriptures.

He ascended into heaven and is seated at the right hand of the Father; And He will come again with glory to judge the living and the dead. His kingdom shall have no end.

And in the Holy Spirit, the Lord, the Creator of life, Who proceeds from the Father, Who together with the Father and the Son is worshipped and glorified, Who spoke through the prophets.

In one, holy, catholic, and apostolic Church.

I confess one baptism for the forgiveness of sins.

I look for the resurrection of the dead, and the life of the age to come.

Amen.

Τὸ Σύμβολο της Πίστεως

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο.

Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα.

Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς.

Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρίναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.

Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν.

Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.

Προσδοκῶ ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.

Ἀμήν.


Trisagion Prayer

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3 times)

Glory to the Father and to the Son and to the Holy Spirit, now and ever and unto ages of ages. Amen.

All-holy Trinity, have mercy on us. Lord, cleanse us from our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for Your name’s sake.

Lord, have mercy. (3 times)

Glory to the Father and to the Son and to the Holy Spirit, now and ever and unto ages of ages. Amen.

Our Father…

Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν…


It is Truly Meet

It is truly meet to bless you, O Theotokos, ever-blessed and most pure, and the Mother of our God.

More honorable than the Cherubim, and more glorious beyond compare than the Seraphim, without defilement you gave birth to God the Word. True Theotokos, we magnify you.

Ἄξιόν ἐστιν

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.


Prayer to the Holy Spirit

O Heavenly King, the Comforter, the Spirit of Truth, Who are everywhere present and fill all things, Treasury of blessings and Giver of life: Come and abide in us, cleanse us from every impurity, and save our souls, O Good One.

Εὐχὴ εἰς τὸ Ἅγιον Πνεῦμα

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Prayer card, courtesy of the Greek Orthodox Archdiocese of America